Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.181 Joseph. BJ 2.187 (English) >>Joseph. BJ 2.192

2.184

Γάιος δὲ Καῖσαρ ἐπὶ τοσοῦτον ἐξύβρισεν εἰς τὴν τύχην, ὥστε θεὸν ἑαυτὸν καὶ δοκεῖν βούλεσθαι καὶ καλεῖσθαι τῶν τε εὐγενεστάτων ἀνδρῶν ἀκροτομῆσαι τὴν πατρίδα, ἐκτεῖναι δὲ τὴν ἀσέβειαν καὶ ἐπὶ Ἰουδαίαν. 2.185Πετρώνιον μὲν οὖν μετὰ στρατιᾶς ἐπὶ Ἱεροσολύμων ἔπεμψεν ἐγκαθιδρύσοντα τῷ ναῷ τοὺς ἀνδριάντας αὐτοῦ, προστάξας, εἰ μὴ δέχοιντο Ἰουδαῖοι, τούς τε κωλύοντας ἀνελεῖν καὶ πᾶν τὸ λοιπὸν ἔθνος ἐξανδραποδίσασθαι. 2.186θεῷ δʼ ἄρα τῶν προσταγμάτων ἔμελεν. καὶ Πετρώνιος μὲν σὺν τρισὶ τάγμασι καὶ πολλοῖς ἐκ τῆς Συρίας συμμάχοις εἰς τὴν Ἰουδαίαν ἤλαυνεν ἐκ τῆς Ἀντιοχείας, 2.187Ἰουδαίων δὲ οἱ μὲν ἠπίστουν ἐπὶ ταῖς τοῦ πολέμου φήμαις, οἱ δὲ πιστεύοντες ἦσαν ἐν ἀμηχάνῳ πρὸς τὴν ἄμυναν· ταχὺ δʼ ἐχώρει διὰ πάντων τὸ δέος ἤδη παρούσης εἰς Πτολεμαΐδα τῆς στρατιᾶς. 2.188

Πόλις δʼ ἐστὶν αὕτη τῆς Γαλιλαίας παράλιος κατὰ τὸ μέγα

-- --

πεδίον ἐκτισμένη, περιέχεται δὲ ὄρεσιν ἐκ μὲν τοῦ πρὸς ἀνατολὴν κλίματος ἀπὸ σταδίων ἑξήκοντα τῷ τῆς Γαλιλαίας, ἀπὸ δὲ τοῦ μεσημβρινοῦ τῷ Καρμήλῳ διέχοντι σταδίους ἑκατὸν εἴκοσι, τῷ δʼ ὑψηλοτάτῳ κατʼ ἄρκτον, καλοῦσιν κλίμακα Τυρίων οἱ ἐπιχώριοι· 2.189καὶ τοῦτο δὲ σταδίους ἀφέστηκεν ἑκατόν. τοῦ δʼ ἄστεος ὅσον ἀπὸ δύο σταδίων καλούμενος Βήλεος ποταμὸς παραρρεῖ παντάπασιν ὀλίγος, παρʼ τὸ Μέμνονος μνημεῖόν ἐστιν ἔχον ἐγγὺς αὐτοῦ τόπον ἑκατονταπήχη θαύματος ἄξιον·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.181 Joseph. BJ 2.187 (English) >>Joseph. BJ 2.192

Powered by PhiloLogic